Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 29.41 Dem. 29.45 (English) >>Dem. 29.47

29.43ἦν δὲ ταῦθʼ γεγράφθαι φησὶν ἐν τῇ διαθήκῃ, δύο μὲν τάλαντα Δημοφῶντα λαβεῖν εὐθύς, τὴν δʼ ἀδελφὴν ὅταν ἡλικίαν ἔχῃ (τοῦτο δʼ ἔμελλεν εἰς ἔτος δέκατον γενήσεσθαι), τοῦτον δʼ ὀγδοήκοντα μνᾶς καὶ τὴν μητέρα τὴν ἐμὴν καὶ τὴν οἰκίαν οἰκεῖν, Θηριππίδην δʼ ἑβδομήκοντα μνᾶς λαβόντα καρπώσασθαι, τέως ἀνὴρ ἐγὼ γενοίμην. τὰ δʼ ἄλλʼ ὅσʼ ἐμοὶ χωρὶς τούτων κατελείφθη, καὶ τὸ μισθοῦν τὸν οἶκον ἠφάνιζεν ἐκ τῆς διαθήκης, οὐ συμφέρον αὑτῷ νομίζων ταῦτʼ ἐπιδειχθῆναι παρʼ ὑμῖν. 29.44ἐπειδὴ τοίνυν ὡμολόγηθʼ ὑπʼ αὐτοῦ τούτου τὸν πατέρʼ ἡμῶν τελευτῶντα τοσοῦτον ἀργύριον τούτων ἑκάστῳ δοῦναι, τεκμήριον οἱ δικάζοντες τότε τὰς ὁμολογίας ἐποιήσαντο ταύτας τοῦ πλήθους τῶν χρημάτων· ὅστις γὰρ ἀπὸ τῶν ὄντων τέτταρα τάλαντα καὶ τρισχιλίας προῖκα καὶ δωρεὰν ἔδωκεν, φανερὸν ἦν ὅτι οὐκ ἀπὸ μικρᾶς οὐσίας, ἀλλὰ πλέον διπλασίας ἧς ἐμοὶ κατέλειπεν ταῦτʼ ἀφεῖλεν. 29.45οὐ γὰρ ἂν ἐδόκει τὸν μὲν υἱὸν ἐμὲ πένητα βούλεσθαι καταστῆσαι, τούτους δὲ πλουσίους ὄντας ἔτι πλουσιωτέρους ποιῆσαι ἐπιθυμεῖν, ἀλλʼ ἕνεκα τοῦ πλήθους τῶν ἐμοὶ καταλειπομένων Θηριππίδῃ τε τὰς ἑβδομήκοντα μνᾶς καὶ Δημοφῶντι τὰ δύο τάλαντα, οὔπω μέλλοντι τῇ ἀδελφῇ τῇ ἐμῇ συνοικήσειν, καρποῦσθαι δοῦναι. ταῦτα δὴ τὰ χρήματʼ οὐδαμοῦ παραδοὺς ἐφαίνετο, οὐδʼ ἐλάττω μικροῖς· ἀλλὰ τὰ μὲν ἀνηλωκέναι, τὰ δʼ οὐ λαβεῖν ἔφη, τὰ δʼ οὐκ εἰδέναι, τὰ δὲ τὸν δεῖνʼ ἔχειν, τὰ δʼ ἔνδον εἶναι, τὰ δὲ πάντα μᾶλλον ὅπου παρέδωκεν εἶχεν λέγειν.



Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 29.41 Dem. 29.45 (English) >>Dem. 29.47

Powered by PhiloLogic